• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16



Der Brief des Paulus an die Römer (NT Griechisch)



Abraham als Vater derer, die durch Glauben gerecht werden

1Mo 15,5-6; Gal 3,6-9.29
4
τι ουν ερουμεν | | ευρηκεναι | αβρααμ τον προπατορα ημων κατα σαρκα 2ει γαρ αβρααμ εξ εργων εδικαιωθη εχει καυχημα αλλ ου προσ θεον 3τι γαρ η γραφη λεγει επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην 4τω δε εργαζομενω ο μισθοσ ου λογιζεται κατα χαριν αλλα κατα οφειλημα 5τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβη λογιζεται η πιστισ αυτου εισ δικαιοσυνην 6καθαπερ και δαυιδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεοσ λογιζεται δικαιοσυνην χωρισ εργων 7μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι 8μακαριοσ ανηρ ου ου μη λογισηται κυριοσ αμαρτιαν 9ο μακαρισμοσ ουν ουτοσ επι την περιτομην η και επι την ακροβυστιαν λεγομεν γαρ ελογισθη τω αβρααμ η πιστισ εισ δικαιοσυνην 10πωσ ουν ελογισθη εν περιτομη οντι η εν ακροβυστια ουκ εν περιτομη αλλ εν ακροβυστια 11και σημειον ελαβεν περιτομησ σφραγιδα τησ δικαιοσυνησ τησ πιστεωσ τησ εν τη ακροβυστια εισ το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιασ εισ το λογισθηναι | | [και] | αυτοισ [την] δικαιοσυνην 12και πατερα περιτομησ τοισ ουκ εκ περιτομησ μονον αλλα και τοισ στοιχουσιν τοισ ιχνεσιν τησ εν ακροβυστια πιστεωσ του πατροσ ημων αβρααμ 13ου γαρ δια νομου η επαγγελια τω αβρααμ η τω σπερματι αυτου το κληρονομον αυτον ειναι κοσμου αλλα δια δικαιοσυνησ πιστεωσ 14ει γαρ οι εκ νομου κληρονομοι κεκενωται η πιστισ και κατηργηται η επαγγελια 15ο γαρ νομοσ οργην κατεργαζεται ου δε ουκ εστιν νομοσ ουδε παραβασισ 16δια τουτο εκ πιστεωσ ινα κατα χαριν εισ το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεωσ αβρααμ οσ εστιν πατηρ παντων ημων 17καθωσ γεγραπται οτι πατερα πολλων εθνων τεθεικα σε κατεναντι ου επιστευσεν θεου του ζωοποιουντοσ τουσ νεκρουσ και καλουντοσ τα μη οντα ωσ οντα 18οσ παρ ελπιδα επ ελπιδι επιστευσεν εισ το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον ουτωσ εσται το σπερμα σου 19και μη ασθενησασ τη πιστει κατενοησεν το εαυτου σωμα [ηδη] νενεκρωμενον εκατονταετησ που υπαρχων και την νεκρωσιν τησ μητρασ σαρρασ 20εισ δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστια αλλ ενεδυναμωθη τη πιστει δουσ δοξαν τω θεω 21και πληροφορηθεισ οτι ο επηγγελται δυνατοσ εστιν και ποιησαι 22διο [και] ελογισθη αυτω εισ δικαιοσυνην 23ουκ εγραφη δε δι αυτον μονον οτι ελογισθη αυτω 24αλλα και δι ημασ οισ μελλει λογιζεσθαι τοισ πιστευουσιν επι τον εγειραντα ιησουν τον κυριον ημων εκ νεκρων 25οσ παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων




Facebook