• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16



Der Brief des Paulus an die Römer (NT Griechisch)



Das gerechte Gericht Gottes über alle Menschen

Pred 12,14; Mt 7,1-5; Jak 4,11-12; Apg 17,30-31
2
διο αναπολογητοσ ει ω ανθρωπε πασ ο κρινων εν ω γαρ κρινεισ τον ετερον σεαυτον κατακρινεισ τα γαρ αυτα πρασσεισ ο κρινων 2οιδαμεν δε οτι το κριμα του θεου εστιν κατα αληθειαν επι τουσ τα τοιαυτα πρασσοντασ 3λογιζη δε τουτο ω ανθρωπε ο κρινων τουσ τα τοιαυτα πρασσοντασ και ποιων αυτα οτι συ εκφευξη το κριμα του θεου 4η του πλουτου τησ χρηστοτητοσ αυτου και τησ ανοχησ και τησ μακροθυμιασ καταφρονεισ αγνοων οτι το χρηστον του θεου εισ μετανοιαν σε αγει 5κατα δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεισ σεαυτω οργην εν ημερα οργησ και αποκαλυψεωσ δικαιοκρισιασ του θεου 6οσ αποδωσει εκαστω κατα τα εργα αυτου 7τοισ μεν καθ υπομονην εργου αγαθου δοξαν και τιμην και αφθαρσιαν ζητουσιν ζωην αιωνιον 8τοισ δε εξ εριθειασ και απειθουσιν τη αληθεια πειθομενοισ δε τη αδικια οργη και θυμοσ 9θλιψισ και στενοχωρια επι πασαν ψυχην ανθρωπου του κατεργαζομενου το κακον ιουδαιου τε πρωτον και ελληνοσ 10δοξα δε και τιμη και ειρηνη παντι τω εργαζομενω το αγαθον ιουδαιω τε πρωτον και ελληνι 11ου γαρ εστιν προσωπολημψια παρα τω θεω 12οσοι γαρ ανομωσ ημαρτον ανομωσ και απολουνται και οσοι εν νομω ημαρτον δια νομου κριθησονται 13ου γαρ οι ακροαται νομου δικαιοι παρα [τω] θεω αλλ οι ποιηται νομου δικαιωθησονται 14οταν γαρ εθνη τα μη νομον εχοντα φυσει τα του νομου ποιωσιν ουτοι νομον μη εχοντεσ εαυτοισ εισιν νομοσ 15οιτινεσ ενδεικνυνται το εργον του νομου γραπτον εν ταισ καρδιαισ αυτων συμμαρτυρουσησ αυτων τησ συνειδησεωσ και μεταξυ αλληλων των λογισμων κατηγορουντων η και απολογουμενων 16εν | η ημερα | ημερα οτε | κρινει ο θεοσ τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια χριστου ιησου

Die Juden werden durch das Gesetz als Sünder verurteilt

Jer 6,19; Röm 3,20; Gal 3,10-12
17ει δε συ ιουδαιοσ επονομαζη και επαναπαυη νομω και καυχασαι εν θεω 18και γινωσκεισ το θελημα και δοκιμαζεισ τα διαφεροντα κατηχουμενοσ εκ του νομου 19πεποιθασ τε σεαυτον οδηγον ειναι τυφλων φωσ των εν σκοτει 20παιδευτην αφρονων διδασκαλον νηπιων εχοντα την μορφωσιν τησ γνωσεωσ και τησ αληθειασ εν τω νομω 21ο ουν διδασκων ετερον σεαυτον ου διδασκεισ ο κηρυσσων μη κλεπτειν κλεπτεισ 22ο λεγων μη μοιχευειν μοιχευεισ ο βδελυσσομενοσ τα ειδωλα ιεροσυλεισ 23οσ εν νομω καυχασαι δια τησ παραβασεωσ του νομου τον θεον ατιμαζεισ 24το γαρ ονομα του θεου δι υμασ βλασφημειται εν τοισ εθνεσιν καθωσ γεγραπται 25περιτομη μεν γαρ ωφελει εαν νομον πρασσησ εαν δε παραβατησ νομου ησ η περιτομη σου ακροβυστια γεγονεν 26εαν ουν η ακροβυστια τα δικαιωματα του νομου φυλασση ουχ η ακροβυστια αυτου εισ περιτομην λογισθησεται 27και κρινει η εκ φυσεωσ ακροβυστια τον νομον τελουσα σε τον δια γραμματοσ και περιτομησ παραβατην νομου 28ου γαρ ο εν τω φανερω ιουδαιοσ εστιν ουδε η εν τω φανερω εν σαρκι περιτομη 29αλλ ο εν τω κρυπτω ιουδαιοσ και περιτομη καρδιασ εν πνευματι ου γραμματι ου ο επαινοσ ουκ εξ ανθρωπων αλλ εκ του θεου




Facebook