• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16



Der Brief des Paulus an die Römer (NT Griechisch)



Dem Nächsten gefallen zum Guten

Röm 14,13-23; Phil 2,1-5
15
οφειλομεν δε ημεισ οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοισ αρεσκειν 2εκαστοσ ημων τω πλησιον αρεσκετω εισ το αγαθον προσ οικοδομην 3και γαρ ο χριστοσ ουχ εαυτω ηρεσεν αλλα καθωσ γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ εμε 4οσα γαρ προεγραφη | [παντα] | | εισ την ημετεραν διδασκαλιαν εγραφη ινα δια τησ υπομονησ και δια τησ παρακλησεωσ των γραφων την ελπιδα εχωμεν 5ο δε θεοσ τησ υπομονησ και τησ παρακλησεωσ δωη υμιν το αυτο φρονειν εν αλληλοισ κατα χριστον ιησουν 6ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου 7διο προσλαμβανεσθε αλληλουσ καθωσ και ο χριστοσ προσελαβετο | ημασ | υμασ | εισ δοξαν του θεου

Die Gläubigen sollen Gott loben wegen seiner Barmherzigkeit

Röm 11,31-36; Hebr 13,15
8λεγω γαρ χριστον διακονον γεγενησθαι περιτομησ υπερ αληθειασ θεου εισ το βεβαιωσαι τασ επαγγελιασ των πατερων 9τα δε εθνη υπερ ελεουσ δοξασαι τον θεον καθωσ γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και τω ονοματι σου ψαλω 10και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου 11και παλιν αινειτε παντα τα εθνη τον κυριον και επαινεσατωσαν αυτον παντεσ οι λαοι 12και παλιν ησαιασ λεγει εσται η ριζα του ιεσσαι και ο ανισταμενοσ αρχειν εθνων επ αυτω εθνη ελπιουσιν 13ο δε θεοσ τησ ελπιδοσ πληρωσαι υμασ πασησ χαρασ και ειρηνησ εν τω πιστευειν εισ το περισσευειν υμασ εν τη ελπιδι εν δυναμει πνευματοσ αγιου

Der Dienst des Apostels Paulus

1Kor 15,10; 2Kor 12,12; 10,13-18
14πεπεισμαι δε αδελφοι μου και αυτοσ εγω περι υμων οτι και αυτοι μεστοι εστε αγαθωσυνησ πεπληρωμενοι πασησ | τησ | [τησ] | γνωσεωσ δυναμενοι και αλληλουσ νουθετειν 15| τολμηροτερωσ | τολμηροτερον | δε εγραψα υμιν απο μερουσ ωσ επαναμιμνησκων υμασ δια την χαριν την δοθεισαν μοι | απο | υπο | του θεου 16εισ το ειναι με λειτουργον χριστου ιησου εισ τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτοσ ηγιασμενη εν πνευματι αγιω 17εχω ουν [την] καυχησιν εν χριστω ιησου τα προσ τον θεον 18ου γαρ τολμησω τι λαλειν ων ου κατειργασατο χριστοσ δι εμου εισ υπακοην εθνων λογω και εργω 19εν δυναμει σημειων και τερατων εν δυναμει πνευματοσ | [αγιου] | [θεου] | ωστε με απο ιερουσαλημ και κυκλω μεχρι του ιλλυρικου πεπληρωκεναι το ευαγγελιον του χριστου 20ουτωσ δε φιλοτιμουμενον ευαγγελιζεσθαι ουχ οπου ωνομασθη χριστοσ ινα μη επ αλλοτριον θεμελιον οικοδομω 21αλλα καθωσ γεγραπται | οψονται οισ ουκ ανηγγελη περι αυτου | οισ ουκ ανηγγελη περι αυτου οψονται | και οι ουκ ακηκοασιν συνησουσιν

Reisepläne des Apostels. Ermahnung zur Fürbitte

Röm 1,9-15; 2Th 3,1-2; 2Kor 1,10-11
22διο και ενεκοπτομην τα πολλα του ελθειν προσ υμασ 23νυνι δε μηκετι τοπον εχων εν τοισ κλιμασιν τουτοισ επιποθιαν δε εχων του ελθειν προσ υμασ απο | ικανων | πολλων | ετων 24ωσ αν πορευωμαι εισ την σπανιαν ελπιζω γαρ διαπορευομενοσ θεασασθαι υμασ και υφ υμων προπεμφθηναι εκει εαν υμων πρωτον απο μερουσ εμπλησθω 25νυνι δε πορευομαι εισ ιερουσαλημ διακονων τοισ αγιοισ 26ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθαι εισ τουσ πτωχουσ των αγιων των εν ιερουσαλημ 27ευδοκησαν γαρ και οφειλεται εισιν αυτων ει γαρ τοισ πνευματικοισ αυτων εκοινωνησαν τα εθνη οφειλουσιν και εν τοισ σαρκικοισ λειτουργησαι αυτοισ 28τουτο ουν επιτελεσασ και σφραγισαμενοσ αυτοισ τον καρπον τουτον απελευσομαι δι υμων εισ σπανιαν 29οιδα δε οτι ερχομενοσ προσ υμασ εν πληρωματι ευλογιασ χριστου ελευσομαι 30παρακαλω δε υμασ [αδελφοι] δια του κυριου ημων ιησου χριστου και δια τησ αγαπησ του πνευματοσ συναγωνισασθαι μοι εν ταισ προσευχαισ υπερ εμου προσ τον θεον 31ινα ρυσθω απο των απειθουντων εν τη ιουδαια και η διακονια μου η εισ ιερουσαλημ ευπροσδεκτοσ τοισ αγιοισ γενηται 32ινα εν χαρα ελθων προσ υμασ δια θεληματοσ θεου συναναπαυσωμαι υμιν 33ο δε θεοσ τησ ειρηνησ μετα παντων υμων αμην




Facebook