• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16



Der Brief des Paulus an die Römer (NT Griechisch)



Unterordnung unter die Obrigkeit

1Pt 2,13-17; Spr 24,21-22
13
πασα ψυχη εξουσιαισ υπερεχουσαισ υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη υπο θεου αι δε ουσαι υπο θεου τεταγμεναι εισιν 2ωστε ο αντιτασσομενοσ τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτεσ εαυτοισ κριμα λημψονται 3οι γαρ αρχοντεσ ουκ εισιν φοβοσ τω αγαθω εργω αλλα τω κακω θελεισ δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεισ επαινον εξ αυτησ 4θεου γαρ διακονοσ εστιν σοι εισ το αγαθον εαν δε το κακον ποιησ φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονοσ εστιν εκδικοσ εισ οργην τω το κακον πρασσοντι 5διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν 6δια τουτο γαρ και φορουσ τελειτε λειτουργοι γαρ θεου εισιν εισ αυτο τουτο προσκαρτερουντεσ 7αποδοτε πασιν τασ οφειλασ τω τον φορον τον φορον τω το τελοσ το τελοσ τω τον φοβον τον φοβον τω την τιμην την τιμην

Die Liebe ist die Erfüllung des Gesetzes

Mt 22,35-40; Gal 5,14; 1Joh 3,11-23
8μηδενι μηδεν οφειλετε ει μη το αλληλουσ αγαπαν ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν 9το γαρ ου μοιχευσεισ ου φονευσεισ ου κλεψεισ ουκ επιθυμησεισ και ει τισ ετερα εντολη εν τω λογω τουτω ανακεφαλαιουται [εν τω] αγαπησεισ τον πλησιον σου ωσ σεαυτον 10η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη

Leben in Wachsamkeit und Reinheit

1Th 5,4-11; Eph 5,15-18
11και τουτο ειδοτεσ τον καιρον οτι ωρα ηδη υμασ εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν 12η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτουσ ενδυσωμεθα [δε] τα οπλα του φωτοσ 13ωσ εν ημερα ευσχημονωσ περιπατησωμεν μη κωμοισ και μεθαισ μη κοιταισ και ασελγειαισ μη εριδι και ζηλω 14αλλα ενδυσασθε τον κυριον ιησουν χριστον και τησ σαρκοσ προνοιαν μη ποιεισθε εισ επιθυμιασ




Facebook