• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16



Der Brief des Paulus an die Römer (NT Griechisch)



Gott hat sein Volk nicht endgültig verworfen. Ein Überrest erlangt das Heil

5Mo 30,1-14; Jes 10,20-22; 30,18-26; Mi 4,1-8
11
λεγω ουν μη απωσατο ο θεοσ τον λαον αυτου μη γενοιτο και γαρ εγω ισραηλιτησ ειμι εκ σπερματοσ αβρααμ φυλησ βενιαμιν 2ουκ απωσατο ο θεοσ τον λαον αυτου ον προεγνω η ουκ οιδατε εν ηλια τι λεγει η γραφη ωσ εντυγχανει τω θεω κατα του ισραηλ 3κυριε τουσ προφητασ σου απεκτειναν τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελειφθην μονοσ και ζητουσιν την ψυχην μου 4αλλα τι λεγει αυτω ο χρηματισμοσ κατελιπον εμαυτω επτακισχιλιουσ ανδρασ οιτινεσ ουκ εκαμψαν γονυ τη βααλ 5ουτωσ ουν και εν τω νυν καιρω λειμμα κατ εκλογην χαριτοσ γεγονεν 6ει δε χαριτι ουκετι εξ εργων επει η χαρισ ουκετι γινεται χαρισ 7τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν η δε εκλογη επετυχεν οι δε λοιποι επωρωθησαν 8| καθαπερ | καθωσ | γεγραπται εδωκεν αυτοισ ο θεοσ πνευμα κατανυξεωσ οφθαλμουσ του μη βλεπειν και ωτα του μη ακουειν εωσ τησ σημερον ημερασ 9και δαυιδ λεγει γενηθητω η τραπεζα αυτων εισ παγιδα και εισ θηραν και εισ σκανδαλον και εισ ανταποδομα αυτοισ 10σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντοσ συγκαμψον 11λεγω ουν μη επταισαν ινα πεσωσιν μη γενοιτο αλλα τω αυτων παραπτωματι η σωτηρια τοισ εθνεσιν εισ το παραζηλωσαι αυτουσ 12ει δε το παραπτωμα αυτων πλουτοσ κοσμου και το ηττημα αυτων πλουτοσ εθνων ποσω μαλλον το πληρωμα αυτων 13υμιν δε λεγω τοισ εθνεσιν εφ οσον μεν ουν ειμι εγω εθνων αποστολοσ την διακονιαν μου δοξαζω 14ει πωσ παραζηλωσω μου την σαρκα και σωσω τινασ εξ αυτων 15ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου τισ η προσλημψισ ει μη ζωη εκ νεκρων 16ει δε η απαρχη αγια και το φυραμα και ει η ριζα αγια και οι κλαδοι

Die Gläubigen aus den Heidenvölkern sollen sich nicht überheben

1Kor 4,7
17ει δε τινεσ των κλαδων εξεκλασθησαν συ δε αγριελαιοσ ων ενεκεντρισθησ εν αυτοισ και συγκοινωνοσ τησ ριζησ τησ πιοτητοσ τησ ελαιασ εγενου 18μη κατακαυχω των κλαδων ει δε κατακαυχασαι ου συ την ριζαν βασταζεισ αλλα η ριζα σε 19ερεισ ουν εξεκλασθησαν κλαδοι ινα εγω εγκεντρισθω 20καλωσ τη απιστια εξεκλασθησαν συ δε τη πιστει εστηκασ μη υψηλα φρονει αλλα φοβου 21ει γαρ ο θεοσ των κατα φυσιν κλαδων ουκ εφεισατο | | [μη πωσ] | ουδε σου φεισεται 22ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τουσ πεσοντασ αποτομια επι δε σε χρηστοτησ θεου εαν επιμενησ τη χρηστοτητι επει και συ εκκοπηση 23κακεινοι δε εαν μη επιμενωσιν τη απιστια εγκεντρισθησονται δυνατοσ γαρ εστιν ο θεοσ παλιν εγκεντρισαι αυτουσ 24ει γαρ συ εκ τησ κατα φυσιν εξεκοπησ αγριελαιου και παρα φυσιν ενεκεντρισθησ εισ καλλιελαιον ποσω μαλλον ουτοι οι κατα φυσιν εγκεντρισθησονται τη ιδια ελαια

Der herrliche Heilsratschluß Gottes und die Rettung Israels

Jer 31,31-40; Hes 36,23-36; Hos 3,4-5; Jes 54,7-10
25ου γαρ θελω υμασ αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε | εν | [παρ] | εαυτοισ φρονιμοι οτι πωρωσισ απο μερουσ τω ισραηλ γεγονεν αχρισ ου το πληρωμα των εθνων εισελθη 26και ουτωσ πασ ισραηλ σωθησεται καθωσ γεγραπται ηξει εκ σιων ο ρυομενοσ αποστρεψει ασεβειασ απο ιακωβ 27και αυτη αυτοισ η παρ εμου διαθηκη οταν αφελωμαι τασ αμαρτιασ αυτων 28κατα μεν το ευαγγελιον εχθροι δι υμασ κατα δε την εκλογην αγαπητοι δια τουσ πατερασ 29αμεταμελητα γαρ τα χαρισματα και η κλησισ του θεου 30ωσπερ γαρ υμεισ ποτε ηπειθησατε τω θεω νυν δε ηλεηθητε τη τουτων απειθεια 31ουτωσ και ουτοι νυν ηπειθησαν τω υμετερω ελεει ινα και αυτοι | νυν | [νυν] | ελεηθωσιν 32συνεκλεισεν γαρ ο θεοσ τουσ παντασ εισ απειθειαν ινα τουσ παντασ ελεηση 33ω βαθοσ πλουτου και σοφιασ και γνωσεωσ θεου ωσ ανεξεραυνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου 34τισ γαρ εγνω νουν κυριου η τισ συμβουλοσ αυτου εγενετο 35η τισ προεδωκεν αυτω και ανταποδοθησεται αυτω 36οτι εξ αυτου και δι αυτου και εισ αυτον τα παντα αυτω η δοξα εισ τουσ αιωνασ αμην




Facebook