• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Der Hauptmann von Kapernaum

Mt 8,5-13
7
επειδη επληρωσεν παντα τα ρηματα αυτου εισ τασ ακοασ του λαου εισηλθεν εισ καφαρναουμ 2εκατονταρχου δε τινοσ δουλοσ κακωσ εχων ημελλεν τελευταν οσ ην αυτω εντιμοσ 3ακουσασ δε περι του ιησου απεστειλεν προσ αυτον πρεσβυτερουσ των ιουδαιων ερωτων αυτον οπωσ ελθων διασωση τον δουλον αυτου 4οι δε παραγενομενοι προσ τον ιησουν παρεκαλουν αυτον σπουδαιωσ λεγοντεσ οτι αξιοσ εστιν ω παρεξη τουτο 5αγαπα γαρ το εθνοσ ημων και την συναγωγην αυτοσ ωκοδομησεν ημιν 6ο δε ιησουσ επορευετο συν αυτοισ ηδη δε αυτου ου μακραν απεχοντοσ απο τησ οικιασ επεμψεν φιλουσ ο εκατονταρχησ λεγων αυτω κυριε μη σκυλλου ου γαρ ικανοσ ειμι ινα υπο την στεγην μου εισελθησ 7διο ουδε εμαυτον ηξιωσα προσ σε ελθειν αλλα ειπε λογω και ιαθητω ο παισ μου 8και γαρ εγω ανθρωποσ ειμι υπο εξουσιαν τασσομενοσ εχων υπ εμαυτον στρατιωτασ και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει 9ακουσασ δε ταυτα ο ιησουσ εθαυμασεν αυτον και στραφεισ τω ακολουθουντι αυτω οχλω ειπεν λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτην πιστιν ευρον 10και υποστρεψαντεσ εισ τον οικον οι πεμφθεντεσ ευρον τον δουλον υγιαινοντα

Die Auferweckung des Jünglings von Nain

11και εγενετο εν τω εξησ επορευθη εισ πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου και οχλοσ πολυσ 12ωσ δε ηγγισεν τη πυλη τησ πολεωσ και ιδου εξεκομιζετο τεθνηκωσ μονογενησ υιοσ τη μητρι αυτου και αυτη ην χηρα και οχλοσ τησ πολεωσ ικανοσ ην συν αυτη 13και ιδων αυτην ο κυριοσ εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε 14και προσελθων ηψατο τησ σορου οι δε βασταζοντεσ εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι 15και ανεκαθισεν ο νεκροσ και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου 16ελαβεν δε φοβοσ παντασ και εδοξαζον τον θεον λεγοντεσ οτι προφητησ μεγασ ηγερθη εν ημιν και οτι επεσκεψατο ο θεοσ τον λαον αυτου 17και εξηλθεν ο λογοσ ουτοσ εν ολη τη ιουδαια περι αυτου και παση τη περιχωρω

Jesus und Johannes der Täufer

Mt 11,2-19
18και απηγγειλαν ιωαννη οι μαθηται αυτου περι παντων τουτων 19και προσκαλεσαμενοσ δυο τινασ των μαθητων αυτου ο ιωαννησ επεμψεν προσ τον κυριον∗ λεγων συ ει ο ερχομενοσ η | ετερον | αλλον | προσδοκωμεν 20παραγενομενοι δε προσ αυτον οι ανδρεσ ειπαν ιωαννησ ο βαπτιστησ απεστειλεν ημασ προσ σε λεγων συ ει ο ερχομενοσ η αλλον προσδοκωμεν 21εν εκεινη τη ωρα εθεραπευσεν πολλουσ απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοισ πολλοισ εχαρισατο βλεπειν 22και αποκριθεισ ειπεν αυτοισ πορευθεντεσ απαγγειλατε ιωαννη α ειδετε και ηκουσατε τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται 23και μακαριοσ εστιν οσ εαν μη σκανδαλισθη εν εμοι 24απελθοντων δε των αγγελων ιωαννου ηρξατο λεγειν προσ τουσ οχλουσ περι ιωαννου τι εξηλθατε εισ την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον 25αλλα τι εξηλθατε ιδειν ανθρωπον εν μαλακοισ ιματιοισ ημφιεσμενον ιδου οι εν ιματισμω ενδοξω και τρυφη υπαρχοντεσ εν τοισ βασιλειοισ εισιν 26αλλα τι εξηλθατε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου 27ουτοσ εστιν περι ου γεγραπται ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου 28λεγω υμιν μειζων εν γεννητοισ γυναικων ιωαννου ουδεισ εστιν ο δε μικροτεροσ εν τη βασιλεια του θεου μειζων αυτου εστιν 29και πασ ο λαοσ ακουσασ και οι τελωναι εδικαιωσαν τον θεον βαπτισθεντεσ το βαπτισμα ιωαννου 30οι δε φαρισαιοι και οι νομικοι την βουλην του θεου ηθετησαν εισ εαυτουσ μη βαπτισθεντεσ υπ αυτου 31τινι ουν ομοιωσω τουσ ανθρωπουσ τησ γενεασ ταυτησ και τινι εισιν ομοιοι 32ομοιοι εισιν παιδιοισ τοισ εν αγορα καθημενοισ και προσφωνουσιν αλληλοισ α λεγει ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν και ουκ εκλαυσατε 33εληλυθεν γαρ ιωαννησ ο βαπτιστησ μη εσθιων αρτον μητε πινων οινον και λεγετε δαιμονιον εχει 34εληλυθεν ο υιοσ του ανθρωπου εσθιων και πινων και λεγετε ιδου ανθρωποσ φαγοσ και οινοποτησ φιλοσ τελωνων και αμαρτωλων 35και εδικαιωθη η σοφια απο παντων των τεκνων αυτησ

Die Salbung Jesu im Haus des Pharisäers

36ηρωτα δε τισ αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εισ τον οικον του φαρισαιου κατεκλιθη 37και ιδου γυνη ητισ ην εν τη πολει αμαρτωλοσ και επιγνουσα οτι κατακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου 38και στασα οπισω παρα τουσ ποδασ αυτου κλαιουσα τοισ δακρυσιν ηρξατο βρεχειν τουσ ποδασ αυτου και ταισ θριξιν τησ κεφαλησ αυτησ εξεμασσεν και κατεφιλει τουσ ποδασ αυτου και ηλειφεν τω μυρω 39ιδων δε ο φαρισαιοσ ο καλεσασ αυτον ειπεν εν εαυτω λεγων ουτοσ ει ην | [ο] | | προφητησ εγινωσκεν αν τισ και ποταπη η γυνη ητισ απτεται αυτου οτι αμαρτωλοσ εστιν 40και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτον σιμων εχω σοι τι ειπειν ο δε διδασκαλε ειπε φησιν 41δυο χρεοφειλεται ησαν δανιστη τινι ο εισ ωφειλεν δηναρια πεντακοσια ο δε ετεροσ πεντηκοντα 42μη εχοντων αυτων αποδουναι αμφοτεροισ εχαρισατο τισ ουν αυτων πλειον αγαπησει αυτον 43αποκριθεισ σιμων ειπεν υπολαμβανω οτι ω το πλειον εχαρισατο ο δε ειπεν αυτω ορθωσ εκρινασ 44και στραφεισ προσ την γυναικα τω σιμωνι εφη βλεπεισ ταυτην την γυναικα εισηλθον σου εισ την οικιαν υδωρ μοι επι ποδασ ουκ εδωκασ αυτη δε τοισ δακρυσιν εβρεξεν μου τουσ ποδασ και ταισ θριξιν αυτησ εξεμαξεν 45φιλημα μοι ουκ εδωκασ αυτη δε αφ ησ εισηλθον ου διελιπεν καταφιλουσα μου τουσ ποδασ 46ελαιω την κεφαλην μου ουκ ηλειψασ αυτη δε μυρω ηλειψεν τουσ ποδασ μου 47ου χαριν λεγω σοι αφεωνται αι αμαρτιαι αυτησ αι πολλαι οτι ηγαπησεν πολυ ω δε ολιγον αφιεται ολιγον αγαπα 48ειπεν δε αυτη αφεωνται σου αι αμαρτιαι 49και ηρξαντο οι συνανακειμενοι λεγειν εν εαυτοισ τισ ουτοσ εστιν οσ και αμαρτιασ αφιησιν 50ειπεν δε προσ την γυναικα η πιστισ σου σεσωκεν σε πορευου εισ ειρηνην




Facebook