• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Jesus vor Pilatus und Herodes

Mt 27,2.11-14; Mk 15,2-5; Joh 18,28-38
23
και ανασταν απαν το πληθοσ αυτων ηγαγον αυτον επι τον πιλατον 2ηρξαντο δε κατηγορειν αυτου λεγοντεσ τουτον ευραμεν διαστρεφοντα το εθνοσ ημων και κωλυοντα φορουσ καισαρι διδοναι και λεγοντα εαυτον χριστον βασιλεα ειναι 3ο δε πιλατοσ ηρωτησεν αυτον λεγων συ ει ο βασιλευσ των ιουδαιων ο δε αποκριθεισ αυτω εφη συ λεγεισ 4ο δε πιλατοσ ειπεν προσ τουσ αρχιερεισ και τουσ οχλουσ ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω 5οι δε επισχυον λεγοντεσ οτι ανασειει τον λαον διδασκων καθ ολησ τησ ιουδαιασ και αρξαμενοσ απο τησ γαλιλαιασ εωσ ωδε 6πιλατοσ δε ακουσασ επηρωτησεν ει | [ο] | ο | ανθρωποσ γαλιλαιοσ εστιν 7και επιγνουσ οτι εκ τησ εξουσιασ ηρωδου εστιν ανεπεμψεν αυτον προσ ηρωδην οντα και αυτον εν ιεροσολυμοισ εν ταυταισ ταισ ημεραισ 8ο δε ηρωδησ ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον 9επηρωτα δε αυτον εν λογοισ ικανοισ αυτοσ δε ουδεν απεκρινατο αυτω 10ειστηκεισαν δε οι αρχιερεισ και οι γραμματεισ ευτονωσ κατηγορουντεσ αυτου 11εξουθενησασ δε αυτον | | [και∗] | ο ηρωδησ συν τοισ στρατευμασιν αυτου και εμπαιξασ περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω 12εγενοντο δε φιλοι ο τε ηρωδησ και ο πιλατοσ εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντεσ προσ αυτουσ

Die Verurteilung Jesu durch die Volksmenge

Mt 27,15-26; Mk 15,6-15; Joh 18,38-19,16
13πιλατοσ δε συγκαλεσαμενοσ τουσ αρχιερεισ και τουσ αρχοντασ και τον λαον 14ειπεν προσ αυτουσ προσηνεγκατε μοι τον ανθρωπον τουτον ωσ αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινασ ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου 15αλλ ουδε ηρωδησ ανεπεμψεν γαρ αυτον προσ ημασ και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω 16παιδευσασ ουν αυτον απολυσω 1718ανεκραγον δε παμπληθει λεγοντεσ αιρε τουτον απολυσον δε ημιν τον βαραββαν 19οστισ ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεισ εν τη φυλακη 20παλιν δε ο πιλατοσ προσεφωνησεν αυτοισ θελων απολυσαι τον ιησουν 21οι δε επεφωνουν λεγοντεσ σταυρου σταυρου αυτον 22ο δε τριτον ειπεν προσ αυτουσ τι γαρ κακον εποιησεν ουτοσ ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσασ ουν αυτον απολυσω 23οι δε επεκειντο φωναισ μεγαλαισ αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων 24και πιλατοσ επεκρινεν γενεσθαι το αιτημα αυτων 25απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εισ φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων

Jesus auf dem Weg zur Kreuzigung

Mt 27,31-32; Mk 15,20-22; Joh 19,16-17
26και ωσ απηγαγον αυτον επιλαβομενοι σιμωνα τινα κυρηναιον ερχομενον απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου 27ηκολουθει δε αυτω πολυ πληθοσ του λαου και γυναικων αι εκοπτοντο και εθρηνουν αυτον 28στραφεισ δε προσ αυτασ | | [ο] | ιησουσ ειπεν θυγατερεσ ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτασ κλαιετε και επι τα τεκνα υμων 29οτι ιδου ερχονται ημεραι εν αισ ερουσιν μακαριαι αι στειραι και αι κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθρεψαν 30τοτε αρξονται λεγειν τοισ ορεσιν πεσετε εφ ημασ και τοισ βουνοισ καλυψατε ημασ 31οτι ει εν | | τω | υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται 32ηγοντο δε και ετεροι κακουργοι δυο συν αυτω αναιρεθηναι

Die Kreuzigung Jesu

Mt 27,32-44; Mk 15,21-32; Joh 19,17-24
33και οτε ηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τουσ κακουργουσ ον μεν εκ δεξιων ον δε εξ αριστερων 34[[ο δε ιησουσ ελεγεν πατερ αφεσ αυτοισ ου γαρ οιδασιν τι ποιουσιν]] διαμεριζομενοι δε τα ιματια αυτου εβαλον | κληρον | κληρουσ | 35και ειστηκει ο λαοσ θεωρων εξεμυκτηριζον δε και οι αρχοντεσ λεγοντεσ αλλουσ εσωσεν σωσατω εαυτον ει ουτοσ εστιν ο χριστοσ του θεου ο εκλεκτοσ 36ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι οξοσ προσφεροντεσ αυτω 37και λεγοντεσ ει συ ει ο βασιλευσ των ιουδαιων σωσον σεαυτον 38ην δε και επιγραφη επ αυτω ο βασιλευσ των ιουδαιων ουτοσ 39εισ δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον | | λεγων | ουχι συ ει ο χριστοσ σωσον σεαυτον και ημασ 40αποκριθεισ δε ο ετεροσ επιτιμων αυτω εφη ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει 41και ημεισ μεν δικαιωσ αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτοσ δε ουδεν ατοπον επραξεν 42και ελεγεν ιησου μνησθητι μου οταν ελθησ εισ την βασιλειαν σου 43και ειπεν αυτω αμην σοι λεγω σημερον μετ εμου εση εν τω παραδεισω

Der Tod Jesu

Mt 27,45-56; Mk 15,33-41; Joh 19,28-37
44και ην ηδη ωσει ωρα εκτη και σκοτοσ εγενετο εφ ολην την γην εωσ ωρασ ενατησ 45του ηλιου | εκλειποντοσ | εκλιποντοσ | εσχισθη δε το καταπετασμα του ναου μεσον 46και φωνησασ φωνη μεγαλη ο ιησουσ ειπεν πατερ εισ χειρασ σου παρατιθεμαι το πνευμα μου τουτο δε ειπων εξεπνευσεν 47ιδων δε ο εκατονταρχησ το γενομενον εδοξαζεν τον θεον λεγων οντωσ ο ανθρωποσ ουτοσ δικαιοσ ην 48και παντεσ οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρησαντεσ τα γενομενα τυπτοντεσ τα στηθη υπεστρεφον 49ειστηκεισαν δε παντεσ οι γνωστοι αυτω απο μακροθεν και γυναικεσ αι συνακολουθουσαι αυτω απο τησ γαλιλαιασ ορωσαι ταυτα

Die Grablegung Jesu

Mt 27,57-61; Mk 15,42-47; Joh 19,38-42
50και ιδου ανηρ ονοματι ιωσηφ βουλευτησ υπαρχων | | [και] | ανηρ αγαθοσ και δικαιοσ 51ουτοσ ουκ ην συγκατατεθειμενοσ τη βουλη και τη πραξει αυτων απο αριμαθαιασ πολεωσ των ιουδαιων οσ προσεδεχετο την βασιλειαν του θεου 52ουτοσ προσελθων τω πιλατω ητησατο το σωμα του ιησου 53και καθελων ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδεισ ουπω κειμενοσ 54και ημερα ην παρασκευησ και σαββατον επεφωσκεν 55κατακολουθησασαι δε αι γυναικεσ αιτινεσ ησαν συνεληλυθυιαι εκ τησ γαλιλαιασ αυτω εθεασαντο το μνημειον και ωσ ετεθη το σωμα αυτου 56υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην




Facebook