• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Das Leiden und Sterben Jesu Christi

Kapitel  22 - 23


Der Plan der Führer Israels und der Verrat des Judas

Mt 26,1-5.14-16; Mk 14,1-2.10-11
22
ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα 2και εζητουν οι αρχιερεισ και οι γραμματεισ το πωσ ανελωσιν αυτον εφοβουντο γαρ τον λαον 3εισηλθεν δε σατανασ εισ ιουδαν τον καλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα 4και απελθων συνελαλησεν τοισ αρχιερευσιν και στρατηγοισ το πωσ αυτοισ παραδω αυτον 5και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι 6και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοισ

Das letzte Passahmahl

Mt 26,17-20; Mk 14,12-17; Joh 13,1-17
7ηλθεν δε η ημερα των αζυμων | | [εν] | η εδει θυεσθαι το πασχα 8και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντεσ ετοιμασατε ημιν το πασχα ινα φαγωμεν 9οι δε ειπαν αυτω που θελεισ ετοιμασωμεν 10ο δε ειπεν αυτοισ ιδου εισελθοντων υμων εισ την πολιν συναντησει υμιν ανθρωποσ κεραμιον υδατοσ βασταζων ακολουθησατε αυτω εισ την οικιαν εισ ην εισπορευεται 11και ερειτε τω οικοδεσποτη τησ οικιασ λεγει σοι ο διδασκαλοσ που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω 12κακεινοσ υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε 13απελθοντεσ δε ευρον καθωσ ειρηκει αυτοισ και ητοιμασαν το πασχα 14και οτε εγενετο η ωρα ανεπεσεν και οι αποστολοι συν αυτω 15και ειπεν προσ αυτουσ επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν 16λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εωσ οτου πληρωθη εν τη βασιλεια του θεου 17και δεξαμενοσ ποτηριον ευχαριστησασ ειπεν λαβετε τουτο και διαμερισατε εισ εαυτουσ 18λεγω γαρ υμιν | | [οτι] | ου μη πιω απο του νυν απο του γενηματοσ τησ αμπελου εωσ ου η βασιλεια του θεου ελθη

Die Einsetzung des Mahles des Herrn

Mt 26,26-29; Mk 14,22-25; 1Kor 11,23-29
19και λαβων αρτον ευχαριστησασ εκλασεν και εδωκεν αυτοισ λεγων τουτο εστιν το σωμα μου | [[το | το | υπερ υμων διδομενον τουτο ποιειτε εισ την εμην αναμνησιν 20και το ποτηριον ωσαυτωσ μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων | εκχυννομενον]] | εκχυννομενον |

Jesus sagt den Verrat voraus

Mt 26,21-25; Mk 14,18-21; Joh 13,18-30
21πλην ιδου η χειρ του παραδιδοντοσ με μετ εμου επι τησ τραπεζησ 22οτι ο υιοσ μεν του ανθρωπου κατα το ωρισμενον πορευεται πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται 23και αυτοι ηρξαντο συζητειν προσ εαυτουσ το τισ αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν

Vom Herrschen und vom Dienen

Mt 20,20-28; Mk 10,35-45; Joh 13,2-17
24εγενετο δε και φιλονεικια εν αυτοισ το τισ αυτων δοκει ειναι μειζων 25ο δε ειπεν αυτοισ οι βασιλεισ των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντεσ αυτων ευεργεται καλουνται 26υμεισ δε ουχ ουτωσ αλλ ο μειζων εν υμιν γινεσθω ωσ ο νεωτεροσ και ο ηγουμενοσ ωσ ο διακονων 27τισ γαρ μειζων ο ανακειμενοσ η ο διακονων ουχι ο ανακειμενοσ εγω δε εν μεσω υμων ειμι ωσ ο διακονων 28υμεισ δε εστε οι διαμεμενηκοτεσ μετ εμου εν τοισ πειρασμοισ μου 29καγω διατιθεμαι υμιν καθωσ διεθετο μοι ο πατηρ μου βασιλειαν 30ινα εσθητε και πινητε επι τησ τραπεζησ μου εν τη βασιλεια μου και | καθησθε | καθησεσθε | επι θρονων τασ δωδεκα φυλασ κρινοντεσ του ισραηλ

Jesu Gebet für Petrus. Die Ankündigung der Verleugnung

Mt 26,31-35; Mk 14,29-31; Joh 13,36-38
31σιμων σιμων ιδου ο σατανασ εξητησατο υμασ του σινιασαι ωσ τον σιτον 32εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστισ σου και συ ποτε επιστρεψασ στηρισον τουσ αδελφουσ σου 33ο δε ειπεν αυτω κυριε μετα σου ετοιμοσ ειμι και εισ φυλακην και εισ θανατον πορευεσθαι 34ο δε ειπεν λεγω σοι πετρε ου φωνησει σημερον αλεκτωρ εωσ τρισ με απαρνηση ειδεναι 35και ειπεν αυτοισ οτε απεστειλα υμασ ατερ βαλλαντιου και πηρασ και υποδηματων μη τινοσ υστερησατε οι δε ειπαν ουθενοσ 36ειπεν δε αυτοισ αλλα νυν ο εχων βαλλαντιον αρατω ομοιωσ και πηραν και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν 37λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ το περι εμου τελοσ εχει 38οι δε ειπαν κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοισ ικανον εστιν

Gethsemane

Mt 26,36-46; Mk 14,32-42
39και εξελθων επορευθη κατα το εθοσ εισ το οροσ των ελαιων ηκολουθησαν δε αυτω | [και] | και | οι μαθηται 40γενομενοσ δε επι του τοπου ειπεν αυτοισ προσευχεσθε μη εισελθειν εισ πειρασμον 41και αυτοσ απεσπασθη απ αυτων ωσει λιθου βολην και θεισ τα γονατα προσηυχετο 42λεγων πατερ ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω 43[[ωφθη δε αυτω αγγελοσ | απο του | απ | ουρανου ενισχυων αυτον 44και γενομενοσ εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρωσ αυτου ωσει θρομβοι αιματοσ καταβαινοντεσ επι την γην]] 45και αναστασ απο τησ προσευχησ ελθων προσ τουσ μαθητασ ευρεν κοιμωμενουσ αυτουσ απο τησ λυπησ 46και ειπεν αυτοισ τι καθευδετε ανασταντεσ προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον

Die Gefangennahme Jesu

Mt 26,47-56; Mk 14,43-50; Joh 18,3-12
47ετι αυτου λαλουντοσ ιδου οχλοσ και ο λεγομενοσ ιουδασ εισ των δωδεκα προηρχετο αυτουσ και ηγγισεν τω ιησου φιλησαι αυτον 48ιησουσ δε ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδωσ 49ιδοντεσ δε οι περι αυτον το εσομενον ειπαν κυριε ει παταξομεν εν μαχαιρη 50και επαταξεν εισ τισ εξ αυτων του αρχιερεωσ τον δουλον και αφειλεν το ουσ αυτου το δεξιον 51αποκριθεισ δε | [ο] | ο | ιησουσ ειπεν εατε εωσ τουτου και αψαμενοσ του ωτιου ιασατο αυτον 52ειπεν δε ιησουσ προσ τουσ παραγενομενουσ επ αυτον αρχιερεισ και στρατηγουσ του ιερου και πρεσβυτερουσ ωσ επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων 53καθ ημεραν οντοσ μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τασ χειρασ επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτουσ

Die Verleugnung durch Petrus

Mt 26,57-58.69-75; Mk 14,53-54.66-72; Joh 18,15-18.25-27
54συλλαβοντεσ δε αυτον ηγαγον και εισηγαγον εισ την οικιαν του αρχιερεωσ ο δε πετροσ ηκολουθει μακροθεν 55περιαψαντων δε πυρ εν μεσω τησ αυλησ και συγκαθισαντων εκαθητο ο πετροσ μεσοσ αυτων 56ιδουσα δε αυτον παιδισκη τισ καθημενον προσ το φωσ και ατενισασα αυτω ειπεν και ουτοσ συν αυτω ην 57ο δε ηρνησατο λεγων ουκ οιδα αυτον γυναι 58και μετα βραχυ ετεροσ ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετροσ εφη ανθρωπε ουκ ειμι 59και διαστασησ ωσει ωρασ μιασ αλλοσ τισ διισχυριζετο λεγων επ αληθειασ και ουτοσ μετ αυτου ην και γαρ γαλιλαιοσ εστιν 60ειπεν δε ο πετροσ ανθρωπε ουκ οιδα ο λεγεισ και παραχρημα ετι λαλουντοσ αυτου εφωνησεν αλεκτωρ 61και στραφεισ ο κυριοσ ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετροσ του ρηματοσ του κυριου ωσ ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρισ 62| [και | και | εξελθων εξω εκλαυσεν | πικρωσ] | πικρωσ |

Jesus vor dem Hohen Rat

Mt 26,57-68; 27,1; Mk 14,53-65; 15,1; Joh 18,19-24
63και οι ανδρεσ οι συνεχοντεσ αυτον ενεπαιζον αυτω δεροντεσ 64και περικαλυψαντεσ αυτον επηρωτων λεγοντεσ προφητευσον τισ εστιν ο παισασ σε 65και ετερα πολλα βλασφημουντεσ ελεγον εισ αυτον 66και ωσ εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεισ τε και γραμματεισ και απηγαγον αυτον εισ το συνεδριον αυτων λεγοντεσ 67ει συ ει ο χριστοσ ειπον ημιν ειπεν δε αυτοισ εαν υμιν ειπω ου μη πιστευσητε 68εαν δε ερωτησω ου μη αποκριθητε 69απο του νυν δε εσται ο υιοσ του ανθρωπου καθημενοσ εκ δεξιων τησ δυναμεωσ του θεου 70ειπαν δε παντεσ συ ουν ει ο υιοσ του θεου ο δε προσ αυτουσ εφη υμεισ λεγετε οτι εγω ειμι 71οι δε ειπαν τι ετι εχομεν μαρτυριασ χρειαν αυτοι γαρ ηκουσαμεν απο του στοματοσ αυτου




Facebook