• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Die Frage nach der Vollmacht Jesu

Mt 21,23-27; Mk 11,27-33
20
και εγενετο εν μια των ημερων διδασκοντοσ αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι αρχιερεισ και οι γραμματεισ συν τοισ πρεσβυτεροισ 2και ειπαν λεγοντεσ προσ αυτον ειπον ημιν εν ποια εξουσια ταυτα ποιεισ η τισ εστιν ο δουσ σοι την εξουσιαν ταυτην 3αποκριθεισ δε ειπεν προσ αυτουσ ερωτησω υμασ καγω λογον και ειπατε μοι 4το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων 5οι δε συνελογισαντο προσ εαυτουσ λεγοντεσ οτι εαν ειπωμεν εξ ουρανου ερει δια τι ουκ επιστευσατε αυτω 6εαν δε ειπωμεν εξ ανθρωπων ο λαοσ απασ καταλιθασει ημασ πεπεισμενοσ γαρ εστιν ιωαννην προφητην ειναι 7και απεκριθησαν μη ειδεναι ποθεν 8και ο ιησουσ ειπεν αυτοισ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω

Das Gleichnis von den Weingärtnern

Mt 21,33-46; Mk 12,1-12; Jes 5,1-7
9ηρξατο δε προσ τον λαον λεγειν την παραβολην ταυτην ανθρωποσ | | [τισ] | εφυτευσεν αμπελωνα∗ και εξεδετο αυτον γεωργοισ και απεδημησεν χρονουσ ικανουσ 10και καιρω απεστειλεν προσ τουσ γεωργουσ δουλον ινα απο του καρπου του αμπελωνοσ δωσουσιν αυτω οι δε γεωργοι εξαπεστειλαν αυτον δειραντεσ κενον 11και προσεθετο ετερον πεμψαι δουλον οι δε κακεινον δειραντεσ και ατιμασαντεσ εξαπεστειλαν κενον 12και προσεθετο τριτον πεμψαι οι δε και τουτον τραυματισαντεσ εξεβαλον 13ειπεν δε ο κυριοσ του αμπελωνοσ τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισωσ τουτον εντραπησονται 14ιδοντεσ δε αυτον οι γεωργοι διελογιζοντο προσ αλληλουσ λεγοντεσ ουτοσ εστιν ο κληρονομοσ αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια 15και εκβαλοντεσ αυτον εξω του αμπελωνοσ απεκτειναν τι ουν ποιησει αυτοισ ο κυριοσ του αμπελωνοσ 16ελευσεται και απολεσει τουσ γεωργουσ τουτουσ και δωσει τον αμπελωνα αλλοισ ακουσαντεσ δε ειπαν μη γενοιτο 17ο δε εμβλεψασ αυτοισ ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ 18πασ ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον 19και εζητησαν οι γραμματεισ και οι αρχιερεισ επιβαλειν επ αυτον τασ χειρασ εν αυτη τη ωρα και εφοβηθησαν τον λαον εγνωσαν γαρ οτι προσ αυτουσ ειπεν την παραβολην ταυτην

Die Frage nach der Steuer

Mt 22,15-22; Mk 12,13-17
20και παρατηρησαντεσ απεστειλαν εγκαθετουσ υποκρινομενουσ εαυτουσ δικαιουσ ειναι ινα επιλαβωνται αυτου λογου ωστε παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονοσ 21και επηρωτησαν αυτον λεγοντεσ διδασκαλε οιδαμεν οτι ορθωσ λεγεισ και διδασκεισ και ου λαμβανεισ προσωπον αλλ επ αληθειασ την οδον του θεου διδασκεισ 22εξεστιν ημασ καισαρι φορον δουναι η ου 23κατανοησασ δε αυτων την πανουργιαν ειπεν προσ αυτουσ 24δειξατε μοι δηναριον τινοσ εχει εικονα και επιγραφην οι δε ειπαν καισαροσ 25ο δε ειπεν προσ αυτουσ τοινυν αποδοτε τα καισαροσ καισαρι και τα του θεου τω θεω 26και ουκ ισχυσαν επιλαβεσθαι | του | αυτου | ρηματοσ εναντιον του λαου και θαυμασαντεσ επι τη αποκρισει αυτου εσιγησαν

Die Frage nach der Auferstehung

Mt 22,23-33; Mk 12,18-27
27προσελθοντεσ δε τινεσ των σαδδουκαιων οι | λεγοντεσ | &λτ;αντιλεγοντεσ∗&γτ; | αναστασιν μη ειναι επηρωτησαν αυτον 28λεγοντεσ διδασκαλε μωυσησ εγραψεν ημιν εαν τινοσ αδελφοσ αποθανη εχων γυναικα και ουτοσ ατεκνοσ η ινα λαβη ο αδελφοσ αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου 29επτα ουν αδελφοι ησαν και ο πρωτοσ λαβων γυναικα απεθανεν ατεκνοσ 30και ο δευτεροσ 31και ο τριτοσ ελαβεν αυτην ωσαυτωσ δε και οι επτα ου κατελιπον τεκνα και απεθανον 32υστερον και η γυνη απεθανεν 33η γυνη ουν εν τη αναστασει τινοσ αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα 34και ειπεν αυτοισ ο ιησουσ οι υιοι του αιωνοσ τουτου γαμουσιν και γαμισκονται 35οι δε καταξιωθεντεσ του αιωνοσ εκεινου τυχειν και τησ αναστασεωσ τησ εκ νεκρων ουτε γαμουσιν ουτε γαμιζονται 36ουδε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν θεου τησ αναστασεωσ υιοι οντεσ 37οτι δε εγειρονται οι νεκροι και μωυσησ εμηνυσεν επι τησ βατου ωσ λεγει κυριον τον θεον αβρααμ και θεον ισαακ και θεον ιακωβ 38θεοσ δε ουκ εστιν νεκρων αλλα ζωντων παντεσ γαρ αυτω ζωσιν 39αποκριθεντεσ δε τινεσ των γραμματεων ειπαν διδασκαλε καλωσ ειπασ 40ουκετι γαρ ετολμων επερωταν αυτον ουδεν

Wessen Sohn ist der Christus? Warnung vor den Schriftgelehrten

Mt 22,41-46; 23,1-36; Mk 12,35-40
41ειπεν δε προσ αυτουσ πωσ λεγουσιν τον χριστον ειναι δαυιδ υιον 42αυτοσ γαρ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν κυριοσ τω κυριω μου καθου εκ δεξιων μου 43εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου 44δαυιδ ουν | αυτον κυριον | κυριον αυτον | καλει και πωσ αυτου υιοσ εστιν 45ακουοντοσ δε παντοσ του λαου ειπεν τοισ μαθηταισ | | [αυτου∗] | 46προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαισ και φιλουντων ασπασμουσ εν ταισ αγοραισ και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ 47οι κατεσθιουσιν τασ οικιασ των χηρων και προφασει μακρα προσευχονται ουτοι λημψονται περισσοτερον κριμα




Facebook