• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Die Geburt Jesu Christi in Bethlehem

Mt 1,18-25; Gal 4,4
2
εγενετο δε εν ταισ ημεραισ εκειναισ εξηλθεν δογμα παρα καισαροσ αυγουστου απογραφεσθαι πασαν την οικουμενην 2αυτη απογραφη πρωτη εγενετο ηγεμονευοντοσ τησ συριασ κυρηνιου 3και επορευοντο παντεσ απογραφεσθαι εκαστοσ εισ την εαυτου πολιν 4ανεβη δε και ιωσηφ απο τησ γαλιλαιασ εκ πολεωσ ναζαρεθ εισ την ιουδαιαν εισ πολιν δαυιδ ητισ καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριασ δαυιδ 5απογραψασθαι συν μαριαμ τη εμνηστευμενη αυτω ουση εγκυω 6εγενετο δε εν τω ειναι αυτουσ εκει επλησθησαν αι ημεραι του τεκειν αυτην 7και ετεκεν τον υιον αυτησ τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν φατνη διοτι ουκ ην αυτοισ τοποσ εν τω καταλυματι

Die Hirten und die Engel

8και ποιμενεσ ησαν εν τη χωρα τη αυτη αγραυλουντεσ και φυλασσοντεσ φυλακασ τησ νυκτοσ επι την ποιμνην αυτων 9και αγγελοσ κυριου επεστη αυτοισ και δοξα κυριου περιελαμψεν αυτουσ και εφοβηθησαν φοβον μεγαν 10και ειπεν αυτοισ ο αγγελοσ μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητισ εσται παντι τω λαω 11οτι ετεχθη υμιν σημερον σωτηρ οσ εστιν χριστοσ κυριοσ εν πολει δαυιδ 12και τουτο υμιν | | το | σημειον ευρησετε βρεφοσ εσπαργανωμενον και κειμενον εν φατνη 13και εξαιφνησ εγενετο συν τω αγγελω πληθοσ στρατιασ ουρανιου αινουντων τον θεον και λεγοντων 14δοξα εν υψιστοισ θεω και επι γησ ειρηνη εν ανθρωποισ ευδοκιασ 15και εγενετο ωσ απηλθον απ αυτων εισ τον ουρανον οι αγγελοι οι ποιμενεσ ελαλουν προσ αλληλουσ διελθωμεν δη εωσ βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονοσ ο ο κυριοσ εγνωρισεν ημιν 16και ηλθαν σπευσαντεσ και ανευραν την τε μαριαμ και τον ιωσηφ και το βρεφοσ κειμενον εν τη φατνη 17ιδοντεσ δε εγνωρισαν περι του ρηματοσ του λαληθεντοσ αυτοισ περι του παιδιου τουτου 18και παντεσ οι ακουσαντεσ εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προσ αυτουσ 19η δε | μαρια | μαριαμ | παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτησ 20και υπεστρεψαν οι ποιμενεσ δοξαζοντεσ και αινουντεσ τον θεον επι πασιν οισ ηκουσαν και ειδον καθωσ ελαληθη προσ αυτουσ

Die Darstellung Jesu im Tempel von Jerusalem

21και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ιησουσ το κληθεν υπο του αγγελου προ του συλλημφθηναι αυτον εν τη κοιλια 22και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωυσεωσ ανηγαγον αυτον εισ ιεροσολυμα παραστησαι τω κυριω 23καθωσ γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται 24και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυριου ζευγοσ τρυγονων η δυο νοσσουσ περιστερων

Der Lobpreis Simeons. Die Prophetin Hanna

25και ιδου ανθρωποσ ην εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωποσ ουτοσ δικαιοσ και ευλαβησ προσδεχομενοσ παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον 26και ην αυτω κεχρηματισμενον υπο του πνευματοσ του αγιου μη ιδειν θανατον πριν [η] αν ιδη τον χριστον κυριου 27και ηλθεν εν τω πνευματι εισ το ιερον και εν τω εισαγαγειν τουσ γονεισ το παιδιον ιησουν του ποιησαι αυτουσ κατα το ειθισμενον του νομου περι αυτου 28και αυτοσ εδεξατο αυτο εισ τασ αγκαλασ και ευλογησεν τον θεον και ειπεν 29νυν απολυεισ τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη 30οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου 31ο ητοιμασασ κατα προσωπον παντων των λαων 32φωσ εισ αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ 33και ην ο πατηρ αυτου και η μητηρ θαυμαζοντεσ επι τοισ λαλουμενοισ περι αυτου 34και ευλογησεν αυτουσ συμεων και ειπεν προσ μαριαμ την μητερα αυτου ιδου ουτοσ κειται εισ πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εισ σημειον αντιλεγομενον 35και σου | | [δε] | αυτησ την ψυχην διελευσεται ρομφαια οπωσ αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι 36και ην αννα προφητισ θυγατηρ φανουηλ εκ φυλησ ασηρ αυτη προβεβηκυια εν ημεραισ πολλαισ ζησασα μετα ανδροσ ετη επτα απο τησ παρθενιασ αυτησ 37και αυτη χηρα εωσ ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο του ιερου νηστειαισ και δεησεσιν λατρευουσα νυκτα και ημεραν 38και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θεω και ελαλει περι αυτου πασιν τοισ προσδεχομενοισ λυτρωσιν ιερουσαλημ

Die Rückkehr nach Nazareth

Mt 2,22-23
39και ωσ ετελεσαν παντα τα κατα τον νομον κυριου επεστρεψαν εισ την γαλιλαιαν εισ πολιν εαυτων ναζαρεθ 40το δε παιδιον ηυξανεν και εκραταιουτο πληρουμενον σοφια και χαρισ θεου ην επ αυτο

Der zwölfjährige Jesus im Tempel

41και επορευοντο οι γονεισ αυτου κατ ετοσ εισ ιερουσαλημ τη εορτη του πασχα 42και οτε εγενετο ετων δωδεκα αναβαινοντων αυτων κατα το εθοσ τησ εορτησ 43και τελειωσαντων τασ ημερασ εν τω υποστρεφειν αυτουσ υπεμεινεν ιησουσ ο παισ εν ιερουσαλημ και ουκ εγνωσαν οι γονεισ αυτου 44νομισαντεσ δε αυτον ειναι εν τη συνοδια ηλθον ημερασ οδον και ανεζητουν αυτον εν τοισ συγγενευσιν και τοισ γνωστοισ 45και μη ευροντεσ υπεστρεψαν εισ ιερουσαλημ αναζητουντεσ αυτον 46και εγενετο μετα ημερασ τρεισ ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτουσ 47εξισταντο δε παντεσ οι ακουοντεσ αυτου επι τη συνεσει και ταισ αποκρισεσιν αυτου 48και ιδοντεσ αυτον εξεπλαγησαν και ειπεν προσ αυτον η μητηρ αυτου τεκνον τι εποιησασ ημιν ουτωσ ιδου ο πατηρ σου | και εγω οδυνωμενοι ζητουμεν | καγω οδυνωμενοι εζητουμεν | σε 49και ειπεν προσ αυτουσ τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοισ του πατροσ μου δει ειναι με 50και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοισ 51και κατεβη μετ αυτων και ηλθεν εισ ναζαρεθ και ην υποτασσομενοσ αυτοισ και η μητηρ αυτου διετηρει παντα τα ρηματα εν τη καρδια αυτησ 52και ιησουσ προεκοπτεν | τη | [εν τη] | σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποισ




Facebook