• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Das Gleichnis vom verlorenen Schaf

Mt 18,11-14
15
ησαν δε αυτω εγγιζοντεσ παντεσ οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου 2και διεγογγυζον οι τε φαρισαιοι και οι γραμματεισ λεγοντεσ οτι ουτοσ αμαρτωλουσ προσδεχεται και συνεσθιει αυτοισ 3ειπεν δε προσ αυτουσ την παραβολην ταυτην λεγων 4τισ ανθρωποσ εξ υμων εχων εκατον προβατα και απολεσασ εξ αυτων εν ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλοσ εωσ ευρη αυτο 5και ευρων επιτιθησιν επι τουσ ωμουσ αυτου χαιρων 6και ελθων εισ τον οικον συγκαλει τουσ φιλουσ και τουσ γειτονασ λεγων αυτοισ συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλοσ 7λεγω υμιν οτι ουτωσ χαρα εν τω ουρανω εσται επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοισ οιτινεσ ου χρειαν εχουσιν μετανοιασ

Das Gleichnis von der verlorenen Drachme

8η τισ γυνη δραχμασ εχουσα δεκα εαν απολεση δραχμην μιαν ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελωσ εωσ ου ευρη 9και ευρουσα συγκαλει τασ φιλασ και γειτονασ λεγουσα συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα 10ουτωσ λεγω υμιν γινεται χαρα ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι

Das Gleichnis vom verlorenen Sohn

11ειπεν δε ανθρωποσ τισ ειχεν δυο υιουσ 12και ειπεν ο νεωτεροσ αυτων τω πατρι πατερ δοσ μοι το επιβαλλον μεροσ τησ ουσιασ ο δε διειλεν αυτοισ τον βιον 13και μετ ου πολλασ ημερασ συναγαγων παντα ο νεωτεροσ υιοσ απεδημησεν εισ χωραν μακραν και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτωσ 14δαπανησαντοσ δε αυτου παντα εγενετο λιμοσ ισχυρα κατα την χωραν εκεινην και αυτοσ ηρξατο υστερεισθαι 15και πορευθεισ εκολληθη ενι των πολιτων τησ χωρασ εκεινησ και επεμψεν αυτον εισ τουσ αγρουσ αυτου βοσκειν χοιρουσ 16και επεθυμει χορτασθηναι εκ των κερατιων ων ησθιον οι χοιροι και ουδεισ εδιδου αυτω 17εισ εαυτον δε ελθων εφη ποσοι μισθιοι του πατροσ μου περισσευονται αρτων εγω δε λιμω ωδε απολλυμαι 18αναστασ πορευσομαι προσ τον πατερα μου και ερω αυτω πατερ ημαρτον εισ τον ουρανον και ενωπιον σου 19ουκετι ειμι αξιοσ κληθηναι υιοσ σου ποιησον με ωσ ενα των μισθιων σου 20και αναστασ ηλθεν προσ τον πατερα εαυτου ετι δε αυτου μακραν απεχοντοσ ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον 21ειπεν δε ο υιοσ αυτω πατερ ημαρτον εισ τον ουρανον και ενωπιον σου ουκετι ειμι αξιοσ κληθηναι υιοσ σου | [ποιησον με ωσ ενα των μισθιων σου] | | 22ειπεν δε ο πατηρ προσ τουσ δουλουσ αυτου ταχυ εξενεγκατε στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εισ την χειρα αυτου και υποδηματα εισ τουσ ποδασ 23και φερετε τον μοσχον τον σιτευτον θυσατε και φαγοντεσ ευφρανθωμεν 24οτι ουτοσ ο υιοσ μου νεκροσ ην και ανεζησεν ην απολωλωσ και ευρεθη και ηρξαντο ευφραινεσθαι 25ην δε ο υιοσ αυτου ο πρεσβυτεροσ εν αγρω και ωσ ερχομενοσ ηγγισεν τη οικια ηκουσεν συμφωνιασ και χορων 26και προσκαλεσαμενοσ ενα των παιδων επυνθανετο τι αν ειη ταυτα 27ο δε ειπεν αυτω οτι ο αδελφοσ σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν 28ωργισθη δε και ουκ ηθελεν εισελθειν ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον 29ο δε αποκριθεισ ειπεν τω πατρι αυτου ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκασ εριφον ινα μετα των φιλων μου ευφρανθω 30οτε δε ο υιοσ σου ουτοσ ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσασ αυτω τον σιτευτον μοσχον 31ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν 32ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφοσ σου ουτοσ νεκροσ ην και εζησεν και απολωλωσ και ευρεθη




Facebook