• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Vom Beten

Mt 6,9-13
11
και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον ωσ επαυσατο ειπεν τισ των μαθητων αυτου προσ αυτον κυριε διδαξον ημασ προσευχεσθαι καθωσ και ιωαννησ εδιδαξεν τουσ μαθητασ αυτου 2ειπεν δε αυτοισ οταν προσευχησθε λεγετε πατερ αγιασθητω το ονομα σου ελθετω η βασιλεια σου 3τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν 4και αφεσ ημιν τασ αμαρτιασ ημων και γαρ αυτοι αφιομεν παντι οφειλοντι ημιν και μη εισενεγκησ ημασ εισ πειρασμον

Ermutigung zum beharrlichen Gebet

Mt 7,7-11; 15,22-28; Lk 18,1-8
5και ειπεν προσ αυτουσ τισ εξ υμων εξει φιλον και πορευσεται προσ αυτον μεσονυκτιου και ειπη αυτω φιλε χρησον μοι τρεισ αρτουσ 6επειδη φιλοσ μου παρεγενετο εξ οδου προσ με και ουκ εχω ο παραθησω αυτω 7κακεινοσ εσωθεν αποκριθεισ ειπη μη μοι κοπουσ παρεχε ηδη η θυρα κεκλεισται και τα παιδια μου μετ εμου εισ την κοιτην εισιν ου δυναμαι αναστασ δουναι σοι 8λεγω υμιν ει και ου δωσει αυτω αναστασ δια το ειναι φιλον αυτου δια γε την αναιδειαν αυτου εγερθεισ δωσει αυτω οσων χρηζει 9καγω υμιν λεγω αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν 10πασ γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι | ανοιγησεται | &λτ;ανοιγησεται∗&γτ; | 11τινα δε εξ υμων τον πατερα αιτησει ο υιοσ ιχθυν | μη | και | αντι ιχθυοσ∗ οφιν αυτω επιδωσει 12η και αιτησει ωον επιδωσει∗ αυτω σκορπιον 13ει ουν υμεισ πονηροι υπαρχοντεσ οιδατε δοματα αγαθα διδοναι τοισ τεκνοισ υμων ποσω μαλλον ο πατηρ [ο∗] εξ ουρανου δωσει πνευμα αγιον τοισ αιτουσιν αυτον

Jesu Macht über die bösen Geister

Mt 9,32-34; 12,22-30; Mk 3,22-27
14και ην εκβαλλων δαιμονιον | | [και αυτο ην∗] | κωφον εγενετο δε του δαιμονιου εξελθοντοσ ελαλησεν ο κωφοσ και εθαυμασαν οι οχλοι 15τινεσ δε εξ αυτων ειπον εν βεελζεβουλ τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια 16ετεροι δε πειραζοντεσ σημειον εξ ουρανου εζητουν παρ αυτου 17αυτοσ δε ειδωσ αυτων τα διανοηματα ειπεν αυτοισ πασα βασιλεια εφ εαυτην διαμερισθεισα ερημουται και οικοσ επι οικον πιπτει 18ει δε και ο σατανασ εφ εαυτον διεμερισθη πωσ σταθησεται η βασιλεια αυτου οτι λεγετε εν βεελζεβουλ εκβαλλειν με τα δαιμονια 19ει δε εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο αυτοι υμων κριται εσονται 20ει δε εν δακτυλω θεου [εγω] εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμασ η βασιλεια του θεου 21οταν ο ισχυροσ καθωπλισμενοσ φυλασση την εαυτου αυλην εν ειρηνη εστιν τα υπαρχοντα αυτου 22επαν δε ισχυροτεροσ αυτου επελθων νικηση αυτον την πανοπλιαν αυτου αιρει εφ η επεποιθει και τα σκυλα αυτου διαδιδωσιν 23ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει

Die Rückkehr des unreinen Geistes

Mt 12,43-45
24οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και μη ευρισκον [τοτε∗] λεγει υποστρεψω εισ τον οικον μου οθεν εξηλθον 25και ελθον ευρισκει | [σχολαζοντα] | | σεσαρωμενον και κεκοσμημενον 26τοτε πορευεται και παραλαμβανει ετερα πνευματα πονηροτερα εαυτου επτα και εισελθοντα κατοικει εκει και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων 27εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τισ φωνην γυνη εκ του οχλου ειπεν αυτω μακαρια η κοιλια η βαστασασα σε και μαστοι ουσ εθηλασασ 28αυτοσ δε ειπεν μενουν μακαριοι οι ακουοντεσ τον λογον του θεου και φυλασσοντεσ

Das Zeichen des Propheten Jona

Mt 12,38-42
29των δε οχλων επαθροιζομενων ηρξατο λεγειν η γενεα αυτη γενεα πονηρα εστιν σημειον ζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα 30καθωσ γαρ εγενετο | [ο] | | ιωνασ τοισ νινευιταισ σημειον ουτωσ εσται και ο υιοσ του ανθρωπου τη γενεα ταυτη 31βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων τησ γενεασ ταυτησ και κατακρινει αυτουσ οτι ηλθεν εκ των περατων τησ γησ ακουσαι την σοφιαν σολομωνοσ και ιδου πλειον σολομωνοσ ωδε 32ανδρεσ νινευιται αναστησονται εν τη κρισει μετα τησ γενεασ ταυτησ και κατακρινουσιν αυτην οτι μετενοησαν εισ το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε

Die Leuchte des Leibes

Mt 5,15; 6,22-23; Mk 4,21-23; Lk 8,16-18
33ουδεισ λυχνον αψασ εισ κρυπτην τιθησιν | ουδε υπο τον μοδιον | [ουδε υπο τον μοδιον∗] | αλλ επι την λυχνιαν ινα οι εισπορευομενοι το φωσ βλεπωσιν 34ο λυχνοσ του σωματοσ εστιν ο οφθαλμοσ σου οταν ο οφθαλμοσ σου απλουσ η και ολον το σωμα σου φωτεινον εστιν επαν δε πονηροσ η και το σωμα σου σκοτεινον 35σκοπει ουν μη το φωσ το εν σοι σκοτοσ εστιν 36ει ουν το σωμα σου ολον φωτεινον μη εχον μεροσ τι σκοτεινον εσται φωτεινον ολον ωσ οταν ο λυχνοσ τη αστραπη φωτιζη σε

Strafrede gegen die Pharisäer und Schriftgelehrten

Mt 23,1-36; Mk 7,1-16
37εν δε τω λαλησαι ερωτα αυτον φαρισαιοσ οπωσ αριστηση παρ αυτω εισελθων δε ανεπεσεν 38ο δε φαρισαιοσ ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου 39ειπεν δε ο κυριοσ προσ αυτον νυν υμεισ οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακοσ καθαριζετε το δε εσωθεν υμων γεμει αρπαγησ και πονηριασ 40αφρονεσ ουχ ο ποιησασ το εξωθεν και το εσωθεν εποιησεν 41πλην τα ενοντα δοτε ελεημοσυνην και ιδου παντα καθαρα υμιν εστιν 42αλλα ουαι υμιν τοισ φαρισαιοισ οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα δε εδει ποιησαι κακεινα μη παρειναι 43ουαι υμιν τοισ φαρισαιοισ οτι αγαπατε την πρωτοκαθεδριαν εν ταισ συναγωγαισ και τουσ ασπασμουσ εν ταισ αγοραισ 44ουαι υμιν οτι εστε ωσ τα μνημεια τα αδηλα και οι ανθρωποι | οι | [οι] | περιπατουντεσ επανω ουκ οιδασιν 45αποκριθεισ δε τισ των νομικων λεγει αυτω διδασκαλε ταυτα λεγων και ημασ υβριζεισ 46ο δε ειπεν και υμιν τοισ νομικοισ ουαι οτι φορτιζετε τουσ ανθρωπουσ φορτια δυσβαστακτα και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοισ φορτιοισ 47ουαι υμιν οτι οικοδομειτε τα μνημεια των προφητων οι δε πατερεσ υμων απεκτειναν αυτουσ 48αρα μαρτυρεσ εστε και συνευδοκειτε τοισ εργοισ των πατερων υμων οτι αυτοι μεν απεκτειναν αυτουσ υμεισ δε οικοδομειτε∗ 49δια τουτο και η σοφια του θεου ειπεν αποστελω εισ αυτουσ προφητασ και αποστολουσ και εξ αυτων αποκτενουσιν και διωξουσιν 50ινα εκζητηθη το αιμα παντων των προφητων το εκκεχυμενον απο καταβολησ κοσμου απο τησ γενεασ ταυτησ 51απο αιματοσ αβελ εωσ αιματοσ ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι λεγω υμιν εκζητηθησεται απο τησ γενεασ ταυτησ 52ουαι υμιν τοισ νομικοισ οτι ηρατε την κλειδα τησ γνωσεωσ αυτοι ουκ εισηλθατε και τουσ εισερχομενουσ εκωλυσατε 53κακειθεν εξελθοντοσ αυτου ηρξαντο οι γραμματεισ και οι φαρισαιοι δεινωσ ενεχειν και αποστοματιζειν αυτον περι πλειονων 54ενεδρευοντεσ αυτον θηρευσαι τι εκ του στοματοσ αυτου




Facebook