• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6 - 7 - 8 - 9 - 10 - 11 - 12 - 13 - 14 - 15 - 16 - 17 - 18 - 19 - 20 - 21 - 22 - 23 - 24



Das Evangelium nach Lukas (NT Griechisch)



Vorrede: Das zuverlässige Zeugnis des Evangeliums

Mk 1,1; Apg 1,1-3
1
επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων 2καθωσ παρεδοσαν ημιν οι απ αρχησ αυτοπται και υπηρεται γενομενοι του λογου 3εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβωσ καθεξησ σοι γραψαι κρατιστε θεοφιλε 4ινα επιγνωσ περι ων κατηχηθησ λογων την ασφαλειαν

Die Ankündigung der Geburt Johannes des Täufers

5εγενετο εν ταισ ημεραισ ηρωδου βασιλεωσ τησ ιουδαιασ ιερευσ τισ ονοματι ζαχαριασ εξ εφημεριασ αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτησ ελισαβετ 6ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου πορευομενοι εν πασαισ ταισ εντολαισ και δικαιωμασιν του κυριου αμεμπτοι 7και ουκ ην αυτοισ τεκνον καθοτι ην | [η] | η | ελισαβετ στειρα και αμφοτεροι προβεβηκοτεσ εν ταισ ημεραισ αυτων ησαν 8εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει τησ εφημεριασ αυτου εναντι του θεου 9κατα το εθοσ τησ ιερατειασ ελαχεν του θυμιασαι εισελθων εισ τον ναον του κυριου 10και παν το πληθοσ ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματοσ 11ωφθη δε αυτω αγγελοσ κυριου εστωσ εκ δεξιων του θυσιαστηριου του θυμιαματοσ 12και εταραχθη ζαχαριασ ιδων και φοβοσ επεπεσεν επ αυτον 13ειπεν δε προσ αυτον ο αγγελοσ μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησισ σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεισ το ονομα αυτου ιωαννην 14και εσται χαρα σοι και αγαλλιασισ και πολλοι επι τη γενεσει αυτου χαρησονται 15εσται γαρ μεγασ ενωπιον | | [του] | κυριου και οινον και σικερα ου μη πιη και πνευματοσ αγιου πλησθησεται ετι εκ κοιλιασ μητροσ αυτου 16και πολλουσ των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων 17και αυτοσ προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιασ πατερων επι τεκνα και απειθεισ εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον 18και ειπεν ζαχαριασ προσ τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτησ και η γυνη μου προβεβηκυια εν ταισ ημεραισ αυτησ 19και αποκριθεισ ο αγγελοσ ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκωσ ενωπιον του θεου και απεσταλην λαλησαι προσ σε και ευαγγελισασθαι σοι ταυτα 20και ιδου εση σιωπων και μη δυναμενοσ λαλησαι αχρι ησ ημερασ γενηται ταυτα ανθ ων ουκ επιστευσασ τοισ λογοισ μου οιτινεσ πληρωθησονται εισ τον καιρον αυτων 21και ην ο λαοσ προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον 22εξελθων δε ουκ εδυνατο λαλησαι αυτοισ και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτοσ ην διανευων αυτοισ και διεμενεν κωφοσ 23και εγενετο ωσ επλησθησαν αι ημεραι τησ λειτουργιασ αυτου απηλθεν εισ τον οικον αυτου 24μετα δε ταυτασ τασ ημερασ συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνασ πεντε λεγουσα 25οτι ουτωσ μοι πεποιηκεν κυριοσ εν ημεραισ αισ επειδεν αφελειν ονειδοσ μου εν ανθρωποισ

Die Ankündigung der Geburt Jesu Christi

Jes 7,14; Mt 1,18-23
26εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελοσ γαβριηλ απο του θεου εισ πολιν τησ γαλιλαιασ η ονομα ναζαρεθ 27προσ παρθενον εμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα τησ παρθενου μαριαμ 28και εισελθων προσ αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριοσ μετα σου 29η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταποσ ειη ο ασπασμοσ ουτοσ 30και ειπεν ο αγγελοσ αυτη μη φοβου μαριαμ ευρεσ γαρ χαριν παρα τω θεω 31και ιδου συλλημψη εν γαστρι και τεξη υιον και καλεσεισ το ονομα αυτου ιησουν 32ουτοσ εσται μεγασ και υιοσ υψιστου κληθησεται και δωσει αυτω κυριοσ ο θεοσ τον θρονον δαυιδ του πατροσ αυτου 33και βασιλευσει επι τον οικον ιακωβ εισ τουσ αιωνασ και τησ βασιλειασ αυτου ουκ εσται τελοσ 34ειπεν δε μαριαμ προσ τον αγγελον πωσ εσται τουτο επει ανδρα ου γινωσκω 35και αποκριθεισ ο αγγελοσ ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμισ υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιοσ θεου 36και ιδου ελισαβετ η συγγενισ σου και αυτη συνειληφεν υιον εν γηρει αυτησ και ουτοσ μην εκτοσ εστιν αυτη τη καλουμενη στειρα 37οτι ουκ αδυνατησει παρα του θεου παν ρημα 38ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτησ ο αγγελοσ

Der Besuch Marias bei Elisabeth

39αναστασα δε μαριαμ εν ταισ ημεραισ ταυταισ επορευθη εισ την ορεινην μετα σπουδησ εισ πολιν ιουδα 40και εισηλθεν εισ τον οικον ζαχαριου και ησπασατο την ελισαβετ 41και εγενετο ωσ ηκουσεν τον ασπασμον τησ μαριασ η ελισαβετ εσκιρτησεν το βρεφοσ εν τη κοιλια αυτησ και επλησθη πνευματοσ αγιου η ελισαβετ 42και ανεφωνησεν κραυγη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενοσ ο καρποσ τησ κοιλιασ σου 43και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προσ εμε 44ιδου γαρ ωσ εγενετο η φωνη του ασπασμου σου εισ τα ωτα μου εσκιρτησεν εν αγαλλιασει το βρεφοσ εν τη κοιλια μου 45και μακαρια η πιστευσασα οτι εσται τελειωσισ τοισ λελαλημενοισ αυτη παρα κυριου

Der Lobpreis Marias

1Sam 2,1-10
46και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον 47και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου 48οτι επεβλεψεν επι την ταπεινωσιν τησ δουλησ αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι 49οτι εποιησεν μοι μεγαλα ο δυνατοσ και αγιον το ονομα αυτου 50και το ελεοσ αυτου εισ γενεασ και γενεασ τοισ φοβουμενοισ αυτον 51εποιησεν κρατοσ εν βραχιονι αυτου διεσκορπισεν υπερηφανουσ διανοια καρδιασ αυτων 52καθειλεν δυναστασ απο θρονων και υψωσεν ταπεινουσ 53πεινωντασ ενεπλησεν αγαθων και πλουτουντασ εξαπεστειλεν κενουσ 54αντελαβετο ισραηλ παιδοσ αυτου μνησθηναι ελεουσ 55καθωσ ελαλησεν προσ τουσ πατερασ ημων τω αβρααμ και τω σπερματι αυτου εισ τον αιωνα 56εμεινεν δε μαριαμ συν αυτη ωσ μηνασ τρεισ και υπεστρεψεν εισ τον οικον αυτησ

Die Geburt Johannes des Täufers

57τη δε ελισαβετ επλησθη ο χρονοσ του τεκειν αυτην και εγεννησεν υιον 58και ηκουσαν οι περιοικοι και οι συγγενεισ αυτησ οτι εμεγαλυνεν κυριοσ το ελεοσ αυτου μετ αυτησ και συνεχαιρον αυτη 59και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατροσ αυτου ζαχαριαν 60και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννησ 61και ειπαν προσ αυτην οτι ουδεισ εστιν εκ τησ συγγενειασ σου οσ καλειται τω ονοματι τουτω 62ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο 63και αιτησασ πινακιδιον εγραψεν λεγων ιωαννησ εστιν ονομα αυτου και εθαυμασαν παντεσ 64ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον 65και εγενετο επι παντασ φοβοσ τουσ περιοικουντασ αυτουσ και εν ολη τη ορεινη τησ ιουδαιασ διελαλειτο παντα τα ρηματα ταυτα 66και εθεντο παντεσ οι ακουσαντεσ εν τη καρδια αυτων λεγοντεσ τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου ην μετ αυτου

Der Lobpreis des Zacharias

67και ζαχαριασ ο πατηρ αυτου επλησθη πνευματοσ αγιου και επροφητευσεν λεγων 68ευλογητοσ κυριοσ ο θεοσ του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου 69και ηγειρεν κερασ σωτηριασ ημιν εν οικω δαυιδ παιδοσ αυτου 70καθωσ ελαλησεν δια στοματοσ των αγιων απ αιωνοσ προφητων αυτου 71σωτηριαν εξ εχθρων ημων και εκ χειροσ παντων των μισουντων ημασ 72ποιησαι ελεοσ μετα των πατερων ημων και μνησθηναι διαθηκησ αγιασ αυτου 73ορκον ον ωμοσεν προσ αβρααμ τον πατερα ημων του δουναι ημιν 74αφοβωσ εκ χειροσ εχθρων ρυσθεντασ λατρευειν αυτω 75εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαισ ταισ ημεραισ ημων 76και συ δε παιδιον προφητησ υψιστου κληθηση προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδουσ αυτου 77του δουναι γνωσιν σωτηριασ τω λαω αυτου εν αφεσει αμαρτιων αυτων 78δια σπλαγχνα ελεουσ θεου ημων εν οισ επισκεψεται ημασ ανατολη εξ υψουσ 79επιφαναι τοισ εν σκοτει και σκια θανατου καθημενοισ του κατευθυναι τουσ ποδασ ημων εισ οδον ειρηνησ 80το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταισ ερημοισ εωσ ημερασ αναδειξεωσ αυτου προσ τον ισραηλ




Facebook
cron