• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5 - 6



Der Brief des Apostels Paulus an die Epheser (NT Griechisch)



Der Wille Gottes für Kinder und Eltern

Kol 3,20-21; 5Mo 5,16; 6,6-7; Ps 78,5-7
6
τα τεκνα υπακουετε τοισ γονευσιν υμων [εν κυριω] τουτο γαρ εστιν δικαιον 2τιμα τον πατερα σου και την μητερα ητισ εστιν εντολη πρωτη εν επαγγελια 3ινα ευ σοι γενηται και εση μακροχρονιοσ επι τησ γησ 4και οι πατερεσ μη παροργιζετε τα τεκνα υμων αλλα εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου

Der Wille Gottes für Knechte und Herren

Kol 3,22-25; 4,1; Tit 2,9-10; 1Tim 6,1-2
5οι δουλοι υπακουετε τοισ κατα σαρκα κυριοισ μετα φοβου και τρομου εν απλοτητι τησ καρδιασ υμων ωσ τω χριστω 6μη κατ οφθαλμοδουλιαν ωσ ανθρωπαρεσκοι αλλ ωσ δουλοι χριστου ποιουντεσ το θελημα του θεου εκ ψυχησ 7μετ ευνοιασ δουλευοντεσ ωσ τω κυριω και ουκ ανθρωποισ 8ειδοτεσ οτι εκαστοσ εαν τι ποιηση αγαθον τουτο κομισεται παρα κυριου ειτε δουλοσ ειτε ελευθεροσ 9και οι κυριοι τα αυτα ποιειτε προσ αυτουσ ανιεντεσ την απειλην ειδοτεσ οτι και αυτων και υμων ο κυριοσ εστιν εν ουρανοισ και προσωπολημψια ουκ εστιν παρ αυτω

Der geistliche Kampf und die Waffenrüstung des Christen

1Pt 5,8-9; Röm 13,12; 1Th 5,8
10του λοιπου ενδυναμουσθε εν κυριω και εν τω κρατει τησ ισχυοσ αυτου 11ενδυσασθε την πανοπλιαν του θεου προσ το δυνασθαι υμασ στηναι προσ τασ μεθοδειασ του διαβολου 12οτι ουκ εστιν ημιν η παλη προσ αιμα και σαρκα αλλα προσ τασ αρχασ προσ τασ εξουσιασ προσ τουσ κοσμοκρατορασ του σκοτουσ τουτου προσ τα πνευματικα τησ πονηριασ εν τοισ επουρανιοισ 13δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι 14στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα τησ δικαιοσυνησ 15και υποδησαμενοι τουσ ποδασ εν ετοιμασια του ευαγγελιου τησ ειρηνησ 16εν πασιν αναλαβοντεσ τον θυρεον τησ πιστεωσ εν ω δυνησεσθε παντα τα βελη του πονηρου [τα] πεπυρωμενα σβεσαι 17και την περικεφαλαιαν του σωτηριου δεξασθε και την μαχαιραν του πνευματοσ ο εστιν ρημα θεου 18δια πασησ προσευχησ και δεησεωσ προσευχομενοι εν παντι καιρω εν πνευματι και εισ αυτο αγρυπνουντεσ εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων 19και υπερ εμου ινα μοι δοθη λογοσ εν ανοιξει του στοματοσ μου εν παρρησια γνωρισαι το μυστηριον | [του ευαγγελιου] | του ευαγγελιου | 20υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ωσ δει με λαλησαι

Schluß des Briefes. Grüße

Kol 4,7-9
21ινα δε ειδητε και υμεισ τα κατ εμε τι πρασσω παντα γνωρισει υμιν τυχικοσ ο αγαπητοσ αδελφοσ και πιστοσ διακονοσ εν κυριω 22ον επεμψα προσ υμασ εισ αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τασ καρδιασ υμων 23ειρηνη τοισ αδελφοισ και αγαπη μετα πιστεωσ απο θεου πατροσ και κυριου ιησου χριστου 24η χαρισ μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια

Facebook