• PM
  • Friendship
  • News
ACHTUNG: Leider hatten wir in den letzten Tagen einige Datenbankprobleme, wodurch auch einige Benutzer-Accounts betroffen sind (und Login-Probleme entstehen könnten)

Hier klicken für weitere Informationen und Hilfe

Bibel: Schlachter 2000      Luther      Elberfelder      Menge      Neue evangelistische Übersetzung      Vulgata (Lateinische Bibel)      NT Griechisch      Interlinear-Übersetzung (NT)     
Kapitel: 1 - 2 - 3 - 4 - 5



Der erste Brief des Petrus (NT Griechisch)



Zuschrift und Gruß

1
πετροσ αποστολοσ ιησου χριστου εκλεκτοισ παρεπιδημοισ διασπορασ ποντου γαλατιασ καππαδοκιασ ασιασ και βιθυνιασ 2κατα προγνωσιν θεου πατροσ εν αγιασμω πνευματοσ εισ υπακοην και ραντισμον αιματοσ ιησου χριστου χαρισ υμιν και ειρηνη πληθυνθειη

Die lebendige Hoffnung der Gläubigen

Röm 8,16-39
3ευλογητοσ ο θεοσ και πατηρ του κυριου ημων ιησου χριστου ο κατα το πολυ αυτου ελεοσ αναγεννησασ ημασ εισ ελπιδα ζωσαν δι αναστασεωσ ιησου χριστου εκ νεκρων 4εισ κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον τετηρημενην εν ουρανοισ εισ υμασ 5τουσ εν δυναμει θεου φρουρουμενουσ δια πιστεωσ εισ σωτηριαν ετοιμην αποκαλυφθηναι εν καιρω εσχατω 6εν ω αγαλλιασθε ολιγον αρτι ει δεον | | [εστιν] | λυπηθεντεσ εν ποικιλοισ πειρασμοισ 7ινα το δοκιμιον υμων τησ πιστεωσ πολυτιμοτερον χρυσιου του απολλυμενου δια πυροσ δε δοκιμαζομενου ευρεθη εισ επαινον και δοξαν και τιμην εν αποκαλυψει ιησου χριστου 8ον ουκ ιδοντεσ αγαπατε εισ ον αρτι μη ορωντεσ πιστευοντεσ δε | αγαλλιατε | αγαλλιασθε | χαρα ανεκλαλητω και δεδοξασμενη 9κομιζομενοι το τελοσ τησ πιστεωσ | | [υμων] | σωτηριαν ψυχων 10περι ησ σωτηριασ εξεζητησαν και εξηραυνησαν προφηται οι περι τησ εισ υμασ χαριτοσ προφητευσαντεσ 11εραυνωντεσ εισ τινα η ποιον καιρον εδηλου το εν αυτοισ πνευμα χριστου προμαρτυρομενον τα εισ χριστον παθηματα και τασ μετα ταυτα δοξασ 12οισ απεκαλυφθη οτι ουχ εαυτοισ υμιν δε διηκονουν αυτα α νυν ανηγγελη υμιν δια των ευαγγελισαμενων υμασ | | [εν] | πνευματι αγιω αποσταλεντι απ ουρανου εισ α επιθυμουσιν αγγελοι παρακυψαι

Ermahnung zu einem heiligen Wandel

1Th 4,1-7; Eph 4,17-24; Hebr 12,14; Eph 5,1-2
13διο αναζωσαμενοι τασ οσφυασ τησ διανοιασ υμων νηφοντεσ τελειωσ ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου 14ωσ τεκνα υπακοησ μη συσχηματιζομενοι ταισ προτερον εν τη αγνοια υμων επιθυμιαισ 15αλλα κατα τον καλεσαντα υμασ αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε 16διοτι γεγραπται [οτι] αγιοι εσεσθε οτι εγω αγιοσ | | [ειμι] | 17και ει πατερα επικαλεισθε τον απροσωπολημπτωσ κρινοντα κατα το εκαστου εργον εν φοβω τον τησ παροικιασ υμων χρονον αναστραφητε 18ειδοτεσ οτι ου φθαρτοισ αργυριω η χρυσιω ελυτρωθητε εκ τησ ματαιασ υμων αναστροφησ πατροπαραδοτου 19αλλα τιμιω αιματι ωσ αμνου αμωμου και ασπιλου χριστου 20προεγνωσμενου μεν προ καταβολησ κοσμου φανερωθεντοσ δε επ εσχατου των χρονων δι υμασ 21τουσ δι αυτου πιστουσ εισ θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εισ θεον 22τασ ψυχασ υμων ηγνικοτεσ εν τη υπακοη τησ αληθειασ εισ φιλαδελφιαν ανυποκριτον εκ | | [καθαρασ] | καρδιασ αλληλουσ αγαπησατε εκτενωσ 23αναγεγεννημενοι ουκ εκ σπορασ φθαρτησ αλλα αφθαρτου δια λογου ζωντοσ θεου και μενοντοσ 24διοτι πασα σαρξ ωσ χορτοσ και πασα δοξα αυτησ ωσ ανθοσ χορτου εξηρανθη ο χορτοσ και το ανθοσ εξεπεσεν 25το δε ρημα κυριου μενει εισ τον αιωνα τουτο δε εστιν το ρημα το ευαγγελισθεν εισ υμασ




Facebook